Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.230 Joseph. AJ 19.235 (English) >>Joseph. AJ 19.240

19.233μέγα δὲ μέρος τήν τε ἐλπίδα εἶναι καὶ τὴν τύχην, τούς τε θεοὺς οὐκ ἄλλοις συμμαχεῖν, ἀλλὰ τοῖς μετʼ ἀρετῆς καὶ τοῦ καλοῦ τοὺς ἀγῶνας ποιουμένοις. εἶναι δὲ τούτους, οἳ ἂν περὶ ἐλευθερίας μάχωνται τῆς πατρίδος. 19.234

Καὶ οἱ μὲν πρεσβευταὶ Οὐηράνιός τε καὶ Βρόγχος, δήμαρχοι δὲ ἦσαν ἀμφότεροι, τοῖσδε ἐχρῶντο τοῖς λόγοις καὶ καθικέτευον τοῖς γόνασιν αὐτοῦ προσπεσόντες μηδαμῶς πολέμοις καὶ κακοῖς ἐμβαλεῖν τὴν πόλιν, θεωροῦντες στρατιᾶς πληθύι τὸν Κλαύδιον πεφραγμένον καὶ τὸ μηδὲν τοὺς ὑπάτους ὄντας συγκρίσει τῇ πρὸς αὐτόν. 19.235εἴ τε τῆς ἀρχῆς ὀρέγοιτο, παρὰ τῆς βουλῆς δέχεσθαι διδομένην· αἰσιώτερον γὰρ καὶ εὐδαιμονέστερον χρῆσθαι τὸν μὴ μετὰ ὕβρεως ἀλλʼ εὐνοίᾳ τῶν διδόντων παραλαμβάνοντα. 19.236

Κλαύδιος δέ, ἠπίστατο γὰρ μεθʼ οἵας αὐθαδείας ἀποσταλεῖεν, καὶ πρὸς τὸ παρὸν γνώμῃ τῇ αὐτῶν ἐπὶ τὸ μετριώτερον τρεπόμενος, οὐ μὴν ἀλλὰ καὶ τῷ περὶ αὐτοὺς φόβῳ διαναστὰς ἅμα μὲν θάρσει τῶν στρατιωτῶν ἅμα δὲ Ἀγρίππου τοῦ βασιλέως κελεύοντος μὴ προέσθαι τῶν χειρῶν τηλικαύτην ἀρχὴν ἥκουσαν αὐτόματον. 19.237πράξας μὲν καὶ περὶ Γάιον οἷον εἰκὸς ἄνδρα ὑπʼ αὐτοῦ διὰ τιμῆς ἠγμένον, καὶ γὰρ τὸν νεκρὸν περιέσπεν τοῦ Γαΐου καὶ ἀναθέμενος ἐπὶ κλίνης καὶ περιστείλας ἐκ τῶν ἐνδεχομένων εἰς τοὺς σωματοφύλακας ὑπεχώρει, ζῆν μὲν τὸν Γάιον ἀπαγγέλλων κακοπαθοῦντί γε ὑπὸ τραυμάτων ἰατροὺς μετέσεσθαι λέγων·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.230 Joseph. AJ 19.235 (English) >>Joseph. AJ 19.240

Powered by PhiloLogic